Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.9
Not analysed yet
τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποι- κίλας ἐν τῷ ἐπιγραφομένῳ κατ’ Αἰγυπτίους εὐαγγελίῳ κειμένας ἔχουσιν. ἀποροῦσιν οὐν. καθάπερ οἱ ἄλλοι πάντες τῶν ἐΜῶν ἄνθρωποι, πότερόν ποτε ἐκ τοῦ προόντος ἐστίν <ἣ> ἐκ τοῦ ἢ ἐκ τοῦ ἐκκεχυμένου χάους. καὶ πρῶτον ἐπὶ τὰς Ἀσσυρίων καταφεύγουσι τελετάς, τὴν τριχῇ διαίρεσιν τοῦ ἀνθρώπου κατανοοῦντες· πρῶτοι γὰρ Ἀσσύριοι τὴν ψυχὴν τριμερῆ νομίζουσιν εἶναι καὶ μίαν.