Ancient Greek
BIBAION Ε΄, Chapter 7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 7.10
Not analysed yet
ψυχῆς γάρ. φασί, πᾶσα φύσις, ἄλλη δὲ ἄλλως, ὀρέγεται. ἔστι γὰρ ψυχὴ πάντων τῶν γινομένων αἰτία· πάντα γὰρ ὅσα τρέφεται, φησί, καὶ αὔξει, ψυχῆς δεῖται. οὐδὲν γὰρ οὔτε τροφῆς, φησίν, οὔτε αὐξήσεως οἷόν <τ’> ἐστὶν ἐπιτυχεῖν ψυχῆς μὴ παρούσης. καὶ γὰρ οἱ φησίν, εἰσὶν ἔμψυχοι· ἔχουσι γὰρ τὸ αὐξητικόν. αὔξησις δὲ οὐκ ἄν ποτε γένοιτο χωρὶς τροφῆς· κατὰ προσθήκην γὰρ αὔξει τὰ αὐξανόμενα·