Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.1-2
Not analysed yet
Ἰκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ’ αὐτῶν τερατολογούμενα. διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὦν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα· κράτος ἔδωκεν ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου <καὶ τριπλασίου> διάστασιν ἐκάστην, οὐσῶν ἐκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους. τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους. «κράτος μὲν δεδόσθαι τῇ