Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.3-2
Not analysed yet
οἰκείᾳ ἰσχύϊ ὁμοίως καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγειν. μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαί φησι ταύτην <τὴν> φοράν, πρῶτον μὲν πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους, ἔπειτα ὅτι μίαν πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι καὶ εἰς χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται·