Ancient Greek · ~2 min
8.4 to 8.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.4-5
Not analysed yet
τὴν δὲ θατέρου φησὶν ἐξαχῆ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως· ὁπόσαι γὰρ ἂν ὠσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται τὰ τμήματα. οἷον ἐὰν μιᾷ τομῇ διαιρεθῇ, δύο ἔσται τμήματα, ἂν δυσί, τρία τμήματα· οὕτω δὴ κἂν ἐξαχῆ τι τμηθῇ, ἑπτά ἔσται τὰ τμήματα. τὰς δὲ ἀποστάσεις αὐτῶν κατά διπλάσια καὶ τριπλάσια ἐναλλὰξ τετάχθαι φησίν, οὐσῶν ἐκατέρων τριῶν, ὅπερ καὶ ἐπὶ τῆς συστάσεως τῆς ψυχῆς ἐπὶ τῶν ἑπτὰ ἀριθμῶν ἔδειξε·