Ancient Greek
8.31 to 8.35
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.31-35
Not analysed yet
Ὀ δὲ αὐτὸς οὗτος ὑπὸ τῶν Φρυγῶν καὶ ἄκαρπος καλεῖται. ἔστι γὰρ ἄκαρπος, ὅταν ᾖ σαρκικὸς καὶ τὴν »ἐπιθυμίαν τῆς σαρκὸς« ἐργάζηται. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται«. καρποὶ γὰρ οὑτοι, φησίν, εἰσὶ μόνον οἱ λογικοί, <οἱ> ζῶντες ἄνθρωποι, οἱ διὰ τῆς πύλης εἰσερχόμενοι τῆς τρίτης. λέγουσι γοῦν· »εἰ νεκρὰ ἐφάγετε καὶ ζῶντα ἐποιήσατε, τί, ὄν ζῶντα φάγητε, ποιήσετε; «ζῶντα δὲ λέγουσι καὶ λόγους καὶ νόας καὶ ἀνθρώπους, τοὺς μαργαρίτας ἐκείνου τοῦ ἀχαρακτηρίστου ἐρριμμένους εἰς τὸ πλάσμα καρπούς. τοῦτ’ ἔστιν ὃ λέγει, φησί· »μὴ βάλητε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας τοῖς χοίροις«, χοίρων καὶ κυνῶν ἔργον λέγοντες εἶναι τὴν γυναικὸς πρὸς ἄνδρα ὁμιλίαν. τὸν αὐτὸν δὲ τοῦτον, φησίν, οἱ Φρύγες καλοῦσιν αἰπόλον, οὐχ ὅτι, φησίν, ἔβοσκεν αἶγας καὶ τράγους, ὡς οἱ ψυχικοὶ ὀνομάζουσιν, ἀλλ’ ὅτι, φησίν, ἐστὶν ἀειπόλος, τουτέστιν ὁ ἀεὶ πολῶν καὶ στρέφων καὶ περιελαύνων τὸν κόσμον ὅλον στροφῇ. πολεῖν γάρ ἐστι τὸ στρέφειν καὶ μεταβάλλειν τὰ πράγματα· ἔνθεν, φησί, καὶ τὰ δυο κέντρα του ουρανου απαντες προσαγορευουσι πόλους. καὶ ὁ ποιητὴς δέ φησι· πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, ἀθάνατος Πρωτεὺς Αἰγύπτιος. οὐ πιπράσκεται, φησίν, ἀλλὰ στρέφεται αὐτοῦ οἱονεὶ καὶ περιέρχεται λέγει. καὶ πόλεις, έν αἷς οἰκοῦμεν, ὅτι στρεφόμεθα καὶ πολοῦμεν έν αὐταῖς, καὶ καλοῦνται πόλεις.