Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.36
Not analysed yet
οὕτως, φησίν, οἱ Φρύγες αἰπόλον τοῦτον καλοῦσι τὸν πάντοτε <πάντα> πανταχῇ στρέφοντα καὶ πρὸς τὰ οἰκεῖα. καλοῦσι δὲ αὐτόν, φησί, καὶ πολύκαρπον οἱ Φρύγες, ὅτι »πλείονα«, φησί, »τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τουτέστι τὰ ἀναγεννώμενα ἀθάνατα καὶ ἀεὶ διαμένοντα ἐστὶ πολλά, κἂν ὀλίγα ᾖ τὰ γεννώμενα· τὰ δὲ σαρκικά, φησίν, φθαρτὰ πάντα, κἂν ᾖ πολλὰ πάνυ <τὰ> γεννώμενα.