Ancient Greek · ~3 min
8.37 to 8.39
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.37-39
Not analysed yet
διὰ τοῦτο, φησίν, »ἔκλαιε Ῥαχὴλ τὰ τέκνα καὶ οὐκ ἤθελε« φησί, »παρα- καλεῖσθαι κλαίουσα ἐπ’ αὐτοῖς· ᾔδει γάρ, φησίν, ὄτι οὔκ εἰσι«. θρηνεῖ δὲ καὶ Ἱερεμίας τὴν κάτω Ἵερουσαλήμ, οὐ τὴν ἐν Φοινίκῃ πόλιν, ἀλλὰ τὴν κάτω γένεσιν τὴν φθαρτήν· ἔγω γάρ, φησί, καὶ Ἱερεμίας τὸν τέλειον ἄνθρωπον, τὸν ἀναγεννώμενον »ἐξὕδατος καὶ πνεύματος«, οὐ σαρκικόν. αὐτὸς γοῦν ὁ Ἰερεμίας ἔλεγε· »ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν; «οὕτως, φησίν. ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. ἀρχὴ γάρ«, φησί, τελειώσεως γνῶσις ἀνθρώπου, θεοῦ δὲ γνῶσις ἀπηρτισμένη τελείωσις‘. Δέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοερὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν σιωπῇ, τεθερισμένον στάχυν.