Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.6-3
Not analysed yet
σκότος, γνόφος, θύελλα, καὶ οὐ προσέθηκεν. «οὐδὲν γάρ, φησίν, ὁ θεὸς τοῖς τρισὶ προσέθηκεν αἰῶσιν, ἀλλ᾿ αὐτοὶ πάντα τοῖς γενητοῖς πᾶσιν ἐπήρκεσαν καὶ ἐπαρκοῦσι. μένει δὲ ὁ θεὸς αὐτὸς καθ’ ἑαυτὸν πολὺ τῶν τριῶν αἰώνων κεχωρισμένος. τούτων, φησί, τῶν αἰώνων ἀρχὴν γενέσεως λαβόντων, ὡς λέλεκται, κατ᾿ ὀλίγον ηὔξησε καὶ ἐμεγαλύνθη καὶ ἐγένετο τέλειος.