Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 8
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 8.7-3
Not analysed yet
τὸ δὲ τέλειον εἶναι δοκοῦσιν ἀριθμούμενον δέκα. ἴσων οὖν γεγονότων ἀριθμῷ καὶ τελειότητι τῶν αἰώνων, ὡς ἐκεῖνοι δοκοῦσι, τριάκοντα γεγόνασιν αἰῶνες οἱ πάντες, ἕκαστος αὐτῶν ἐν δεκάδι πληρούμενος. εἰσὶ δὲ ἀλλήλων διαιρετοὶ καὶ τιμὴν ἔχοντες οἱ τρεῖς πρὸς ἑαυτοὺς μίαν, θέσει μόνῃ διαφέροντες, ὅτι τὸ μέν ἐστι πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τούτων τρίτον. ἡ δὲ θέσις αὐτοῖς διαφορὰν δυνάμεως παρέσχεν· ὁ μὲν γὰρ ἔγγιστα τῷ πρώτῳ θεῷ, τῷ οἱονεὶ σπέρματι, θέσεως τυχὼν τῶν ἄλλων γονιμωτέραν ἔσχε δύναμιν, δεκάκις αὐτὸς αὑτὸν μεγέθει μετρήσας ὁ ἀμέτρητος· ὁ δὲ τῇ θέσει τοῦ πρώτου γενόμενος δεύτερος, ἐξάκις αὑτὸν κατέλαβεν ὁ ἀκατάληπτος· ὁ δὲ ἤδη τρίτος τῇ θέσει, εἰς ἄπειρον διάστημα διὰ τὴν αὔξησιν τῶν ἀδελφῶν γενόμενος τρὶς νοήσας ἑαυτόν, οἱονεὶ δεσμόν τινα τῆς ἑνότητος αὐτὸν ἔδησεν αἰώνιον.