Ancient Greek · ~4 min
9.1 to 9.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.1-2-4
Not analysed yet
Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι ἀμύγδαλον, οὐχὶ δένδρον, φησίν, ἀλλὰ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὂς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπὸν οἱονεὶ διασφύζοντα καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους αὐτοῦ, καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον <καὶ> ἄρρητον παῖδα ἑαυτοῦ, οὗ λαλοῦμεν. ἀμύξαι γάρ ἐστιν οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν, καθάπερ, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινα συστροφὴν ἂς ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες· οὕτως, φησί, Φρύγες τὸν <προόντα> ἀμύγδαλον καλοῦσιν, ἀφ’ οὗ καὶ ἐγεννήθη ὁ ἀόρατος, δι᾿ οὗ τὰ πάντα »ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«. συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸ ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι τὸ γεγεννημένον. »πνεῦμα γάρ«, φησίν, »ἐστὶν ὁ θεός· διό«, φησίν, »οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ οἱ ἀληθινοὶ προσκυνηταί, ἀλλὰ ἐν πνεύματι. πνευματικὴ γάρ«, φησίν, »ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική«. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ, ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται καὶ ὁ υἱός, ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὑτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται.