Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.5
Not analysed yet
τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως· διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται, ἀπό τε] αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεννητῶν ἀγεννήτων, ἀκαταλήπτων καταληπτῶν, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν στιγμῆς ἀμερίστου, ἐξ ἡς ἐξάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος· ἡ γάρ) μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα στιγμὴ ἀμέριστος οὖσα γενήσεται ἐαυτῆς ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον.