Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.15
Not analysed yet
Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς· παράδεισον <δ’> νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου, »ἀφορίζεσθαι εἰς ἀρχὰς τέσσαρας, καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ πρώτου ποταμοῦ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὐν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ λίθος ὁ πράσινος«.