Ancient Greek
9.16 to 9.17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.16-17
Not analysed yet
οὗτος, φησίν, <ἐστὶν> ὀφθαλμός, τῇ τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῷ λεγομένῳ. »τὸ δὲ ὄνομα τοῦ δευτέρου ποταμοῦ Γεών· οὐτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας«. οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν. »καὶ ὄνομα τῷ τρίτῳ Τίγρις· οὗτός ἐστιν ὁ πορευόμενος κατέναντι Ἀσσυρίων«. οὗτος φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις.