Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.3-2
Not analysed yet
κεκοσμημένων οὖν τῶν τριῶν αἰώνων ἐκείνων παναρέτως καὶ παναγίως, ὡς δοκοῦσιν οὗτοι διδάσκοντες, καὶ τοῦ παιδὸς ἐκείνου τοῦ μονογενοῦς —γέγονε γὰρ μόνος τοῖς ἀπείροις αἰῶσιν ἐκ τριγενοῦς· τρεῖς γὰρ αὐτὸν ἐγέννησαν ὁμοφρονοῦντες αἰῶνες ἀμέτρητοι —,κεκόσμητο μὲν ἀνενδεὴς πᾶσα ἡ νοητὴ φύσις, φῶς δὲ δὲ ἅπαντα ἐκεῖνα τὰ νοητὰ καὶ αἰώνια, φῶς δὲ οὐκ ἄμορφον οὐδὲ ἀργὸν οὐδὲ οἱονεί τινος ἐπιποιοῦντος δεόμενον· ἀλλὰ ἔχον ἐν ἑαυτῷ κατὰ τὸ πλῆθος τῶν ἀπειράκις ἀπείρων κατὰ τὸ παράδειγμα τῆς συκῆς ἀπείρους ἰδέας ζῴων τῶν ἐκεῖ πολυποικίλων, κατέλαμψεν ἄνωθεν εἰς τὸ ὑποκείμενον χάος.