Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.2
Not analysed yet
οὗτοι πάντες οἱ αἰῶνες οἴ τε τρεῖς καὶ οἱ ἀπ᾿ αὐτῶν ἀπειράκις ἄπειροι πάντες εἰσὶν αἰῶνες ἀρσενοθήλθες. αὐξηθέντες οὖν καὶ μεγαλθυνθέντες καὶ γενόμενοι οὗτοι πάντες ἐξ ἑνὸς ἐκείνου τοῦ πρώτου σπέρματος, τῆς συμφωνίας αὐτῶν καὶ τῆς ἑνότητος, οἱ πάντες εἰς ἕνα ὁμοῦ γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν, γέννημα κοινὸν. οἱ πάντες ἐγέννησαν ἐκ παρθένου Μαρίας, τὸν ἐν μεσότητι Μαρίας] σωτῆρα πάντων, ἰσοδύνα- μον κατὰ πάντα τῷ σπέρματι τῷ συκίνῳ, πλὴν ὅτι γενητὸς οὗτος, τὸ δὲ πρῶτον σπέρμα ἐκεῖνο, ὅθεν γέγονεν ἡ συκῆ, ἐστὶν ἀγένητον.