Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.5-4
Not analysed yet
ὅτι δέ ἐστιν ***»ἁρμονίη ὄκως περ τόξου καὶ λύρης. «ὅτι δὲ ὁ θεὸς) ἀφανὴς ὁ] ἀόρατος ἄγνωστος ἀνθρώποις, ἐν τούτοις λέγει· »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. ὅτι δὲ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· »ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω«, φησί, τουτέστι τὰ ὁρατὰ τῶν ἀοράτων. ***ἀπὸ τῶν τοιούτων αὐτοῦ λόγων κατανοεῖν ῥᾴδιον·