Ancient Greek
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.4-3
Not analysed yet
ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾿ αἰῶνος αἰώνιος βασιλεὺς τῶν ὅλων οὕτως λέγει· »αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληίη. «ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· »πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν |δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους«.