Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 9
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.8
Not analysed yet
εἴτε Κρόνου εἴτε Διὸς Διὸς μάκαρι εἴτε Ῥέας μεγάλας, χαῖρε <ὦ> τὸ ἄκουσμα Ρέας Ἄττι· σὲ καλοῦσι μὲν Ἀσσύριοι τριπόθητον Ἄδωνιν, ὅλη δ᾿ Αἴγυπτος Ὄσιριν, ἐπουράνιον μηνὸς κέρας Ἑλληνὶς σοφία, |Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον, f 38v Αἱμόνιοι Κορύβαντα, καὶ οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ δὲ <αὖ> νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον αἰπόλον, ἢ χλοερὸν στάχυν στάχυν ἀμηθέντα, ἢ τὸν πολύκαρπος ἔτικτεν ἀμύγδαλος ἀνέρα συρικτάν.