Ancient Greek · ~3 min
9.6 to 9.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 9.6-7
Not analysed yet
αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἷδε, φησίν, οὐδεὶς ἢ οἱ πνευματικοὶ μόνοι. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »οὐκ εἰσὶ λόγοι οὐδὲ λαλιαί, ὡν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν«. Ταῦθ’ οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα πρὸς ἴδιον νοῦν <ἑρμηνεύοντες>, πνευματικὰ πάντα γίνεσθαι. ὅθεν καὶ τοὺς θεάτροις ἐπιδεικνυμένους λέγουσι μηδ’ αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. τοιγαροῦν, φησίν, ἐπὰν συνέλθῃ ὁ δῆμος ἐν τοῖς θεάτροις, εἰσιών τις ἠμφιεσμένος στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια οὐκ εἰδὼς ἃ λέγει·