Ancient Greek · ~2 min
Page 112
Hippolytus Scr. Eccl., Traditio apostolica 112
Not analysed yet
Εὐχαριστοῦμέν σοι, κύριε ὁ θεός, καὶ προσφέρομεν ἀπαρχὴν καρπῶν οὓς ἔδωκας ἡμῖν εἰς μετάληψιν τελεσφορῆσαι διὰ τοῦ λόγου σου καὶ κελεύσας καρποὺς παντοδαποὺς εἰς εὐφροσύνην καὶ τροφὴν τοῖς ἀνθρώποις καὶ παντὶ ζώῳ. Ἐν πᾶσιν ὑμνοῦμέν σε, ὁ θεός, ἐπὶ πᾶσιν οἷς εὐηργέτησας ἡμῖν πᾶσαν κτίσιν πηλίκοις καρποῖς, διὰ τοῦ παιδός σου Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ καὶ σοὶ ἡ δόξα εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.