Ancient Greek · ~5 min
Fragment 1
Hippon Phil., Fragmenta 1
Not analysed yet
SCHOL. HOMER. Genev. p. 197, 19 Nicole zu Homer Φ 195: ἀλλ' οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι· τῶι οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρίζει οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν. Κράτης δὲ ἐν β τῶν Ὁμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς ‘Μεγάλη θάλασσα’· "ταῦτα γάρ, φησίν, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν ‘Μεγάλην θάλατταν’, οἱ δὲ ‘Ἀτλαντικὸν πέλαγος’, οἱ δὲ Ὠκεανὸν προσαγορεύουσιν. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γ' ἔνιοι ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον [195] τῶι Ἀχελώιωι περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῆι κόλπων, λέγω δὴ Τυρρηνικοῦ <καὶ> Ἰονίου. εἶπε δὲ τοῖς τρισίν [195—197], φησίν, ὅ τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πότιμον. Ἵππων· ’τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστίν· οὐ γὰρ δή που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν ἐξ ὧν πίνομεν· οὕτω γὰρ οὐκ <ἂν> ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ' ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶ τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστί, πάντα ἀπ' αὐτῆς ἐστιν’. οὕτως τὰ αὐτὰ εἴρηκεν Ὁμήρωι".