Ancient Greek
1.250.5
Hippon Phil., Testimonia 1.250.5
Unproofread scanNot analysed yet
10. AET. IV 3, 9 [D. 388] Ἰ. ἐξ ὕδατος τὴν ψυχὴν. ARISTOT. de anima A 2. 405ᵇ 1 τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς ἀπεφήναντο [näml. τὴν ψυχήν], καθάπερ Ἰ. πεισθῆναι δ’ εἴκασιν ἐκ τῆς γονῆς, ὅτι πάντων ὑγρὰ· καὶ γὰρ ἐλέγχει τοὺς αἷμα φάσκοντας τὴν ψυχὴν [vgl. oben S. 162 n. 4] ὅτι ἡ γονὴ οὐχ αἷμα· ταύτην δ’ εἶναι τὴν πρώτην ψυχήν. ᵇ 24 οἱ δὲ ὕστερον τῶν ἐναντίων, οἷον θερμόν ἢ ψυχρόν ἢ τι τοιοῦτον ἄλλο, καὶ τὴν ψυχὴν ὁμοίως ἐν τι τούτων τιθέασιν· διὸ καὶ τοῖς ὀνόμασιν ἀκολουθοῦσιν· οἱ μὲν γὰρ τὸ θερμόν λέγοντες, ὅτι διὰ τοῦτο καὶ τὸ ζῆν ὠνόμασται, οἱ δὲ τὸ ψυχρόν διὰ τὴν ἀναπνοὴν καὶ τὴν κατάψυξιν καλεῖσθαι ψυχήν. PHILOR. z. d. St. 92, 2 ὕστερον τῶν ἐναντίων τίθεται Ἰ. καὶ Ἡράκλειτος, ὁ μὲν τὸ θερμόν· πῦρ γὰρ τὴν ἀρχὴν εἶναι· ὁ δὲ τὸ ψυχρόν, ὕδωρ τιθέμενος τὴν ἀρχήν. ἐκάτερος οὖν τούτων, φησί, καὶ ἐτυμολογεῖν ἐπιχειρεῖ τὸ τῆς ψυχῆς ὄνομα πρὸς τὴν οἰκεῖαν δόξαν, ὁ μὲν λέγων διὰ τοῦτο ζῆν λέγεσθαι τὰ ἐμψυχὰ παρὰ τὸ ζεῖν, τοῦτο δὲ τοῦ θερμοῦ, ὁ δὲ ψυχὴν κεκλῖσθαι ἐκ τοῦ ψυχροῦ, ὅθεν ἔχει τὸ εἶναι, παρὰ τὸ αἰτίαν ἡμῖν γενέσθαι τῆς διὰ τῆς ἀναπνοῆς ψύξεως. ἐπεὶ γὰρ ἡ μὲν ζωὴ ἐκ τῆς ψυχῆς ὑπάρχει, ἡ δὲ ψυχὴ ἐκ ψυχροῦ (ἐξ ὕδατος γάρ), διὰ τοῦτο δεῖ τῆς ἀναπνοῆς κολαζούσης τῇ ψύξει τὸ περιξάρδιον θερμόν καὶ οὐκ ἐξώσης τῆς ψυχικῆς δυνάμεως ἐπικρατέστερον γενέσθαι, λέγω δὴ τῆς ψυχᾶς. HERM. irrit. 2 [D. 651] οἱ δὲ ὕδωρ γονοποιόν [näml. τὴν ψυχὴν εἶναι; am Rande fügt der Patm. das Lemma Ἰππὼν zu].