Ancient Greek
1.252.1 to 1.252.29
Hippon Phil., Testimonia 1.252.1-29
Unproofread scanNot analysed yet
193 ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι τῷι οὐδὲ χρεῖων Ἀχελώιος ἰσοφαρίζει 195 οὐδὲ βαθυρρέτταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρήναι καὶ φρεῖατα μακρὰ νάουσιν. Κράτης δ’ ἐν β τῶν Ὀμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς ‘Μεγάλη Θάλασσα’. “ταῦτα γάρ, φησίν, μόνως ἂν ἀρμόττοι ῥηθῆναι περὶ τῆς ἔκτὸς θαλάσσης, ἣν ἐτι καὶ νῦν οἱ μὲν ‘Μεγάλην Θάλατταν’ οἱ δὲ ‘Ἀτλαντικὴν’ προσαγορεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν δύναμιν; καίτοι γ’ ἔνιοι [Zenodotos, Megakleides] ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον [also 195] τῷι Ἀχελώιῳ περιτιθέασι ταῦτα, ὅς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστιν, ἀλλὰ καὶ τῶν ἐν αὐτῇι κόλπων, λέγω δὴ Τυρρηνικοῦ καὶ Ἰονίου. εἴπε δὲ τοῖς τρισὶν [195—197], φησίν, ὅτι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πόσιμον. Ἱππων· ‘τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστιν· οὐ γὰρ δὴ που τὰ φρέατα βαθυτέρα ἦν, θαλασσά ἐστιν ἐξ ἧς πίνομεν· οὕτω γὰρ οὐχ ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶ τῶν ὕδάτων. ὅσα οὖν καὶ ὑπερθεν τῆς θαλάσσης ἐστὶ, πάντα ἀπ’ αὐτῆς ἐστιν.’ οὕτως τὰ αὐτὰ εἵρηνεν Ὀμήρωι”. 2 CLEM. Protr. 55 p. 48 Pott. οὐ νέμεσις τοίνυν οὐδὲ Ἱππῶνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ· ὁ Ἱ. γὰρ οὕτως ἐπιγραφῆναι ἐκέλευσεν τῷι μνηματι τῷι ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον [PLG II 259B.] Ἱππῶνος —καταφθίμενον. ALEX. in Metaph. 27, 1 τοῦτο δὲ λέγοι ἂν περὶ αὐτοῦ, ὅτι ἀθεος ἦν· τοιούτω γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα· Ἱππῶνος —καταφθίμενον. Ἱππῶνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσι ἴσον ἐποίησεν Μοῖρα καταφθίμενον. ψυχῶν σοφῶν τοῦτ' ἔστι φροντιστήριον· 95 ἐνταῦθ' ἐνοικοῦσ' ἄνδρες, οἱ τὸν οὐρανὸν