Ancient Greek · ~1 min
Hipponactis fragmentum
Hipponax, Fragmentum (128) Hipponactis fragmentum
Not analysed yet
Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν πολτοχάρυβδιν, τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφʼ, ὅπως ψηφῖσιν ἀγεὶς κακὸν οἶτον ὄληται βουλῇ δημοσίῃ παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.