Ancient Greek
5 to 7
HIPPOSTRATUS, Fragmenta 5-7
Not analysed yet
Ἱππόστρατος δὲ ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος, Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Κάμικον κατέσχον Σικελιωτικὸν πόλισμα· καθ ̓ ἣν (κ. ὃ̣) καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών. Θήρων, υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενῆ Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Ἱππόστρατος ἐν τῷ ζʹ φησίν. Ἱππόστρατος ἱστορεῖ αὐτὸν (sc. Τὸν Θήρωνα) πλούτῳ διηνοχέναι.