Ancient Greek · ~3 min
1 to 3
HIPPYS RHEGINUS, Fragmenta 1-3
Not analysed yet
Ἵππυς (Ἵππων cod. Par.) τοὺς Αἰγυπτίους ἀρχαιοτάτους γεγονέναι λέγει, καὶ πρώτους στοχάσασθαι τῆς τοῦ ἀέρος κράσεως· καὶ γονιμώτατον εἶναι τὸ τοῦ Νείλου ὕδωρ. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι Προσελήνους τοὺς Ἀρκάδας, καὶ τὸ ἄστρον λέγεται ἐν τῷ οὐρανῷ τότε ἄρκτος κληθῆναι, ἣ ἅμαξα λέγεται. Περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἱππεὺς (corr. Ἵππυς) ἐκτίθεται καὶ Ἑλλάνικος. Μήδειαν ὑπὸ Ἀκάστου ἐκπεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπεδέξατο Κρέοντος τοῦ πεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπεδέξατο Κρέοντος τοῦ Λυκαίθου. Ὁ Λύκαιθςο δὲ, ἐπεὶ Βελλεροφόντης ᾤχετο, ἦρξεν ἔτη κζ ́, ἔπειτα Κρέων λ ́, εἶτα Ἱππότης. Ἐπεὶ δὲ Ἰάσων ἔγημε τὴν Ἱππότου θυγατέρα, τότε δὴ κτείνασα τοὺς παῖδας αὑτῆς, ἀπαλλάσσεται πρὸς Αἰγέα.