Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1386.tlg020.local001
Historia Alexandri Magni, Recensio δ (e cod. Vat. gr. 1700, 88v-89r) 001
Not analysed yet
οὔτε χαλκοῦν ἀγγεῖον οὔτε κεράμιον, ἐδύνατο ὑπενεγκεῖν τὴν δύναμϊν τοῦ φαρμάκου ὦ ἀλέξανδρος δϊεφθάρη, εἰ μὴ μολίβδινον ⁝Μέλϊ νησσϊωτικὸν καὶ σμύρνα τρωγλητὴ, ἄσηπτα τὰ σώματα δϊαφϋλάττουσϊν ⁝λϛʹ ἔτη ὅρα ἐβίω ὁ ἀλέξανδρος. ἀπὸ δὲ ιηʹ ἐτῶν ἤρξατο πολεμεῖν μέχρϊς ἐτῶν κεʹ. πολεμῶν δὲ ἐνίκη(ς)ε βασιλ(έ)ας ὅσας τελευτῶν κατέλϊπεν. ὑπέταξε δὲ ἔθνη βαρβάρων κβʹ. καὶ ἑλλήνων φϋλὰς ιγʹ. ἔκτϊσε μέντοι πόλεις ιηʹ· ἀλεξανδρείας ἁπάσας ὀνομασθείσας· πλὴν μέντοι προσθήκης δϊαφόρου⁝ Ἡ τύχη οὐκ οἶδε βασιλέα· οὔτε μὴν πλῆθος αἰδεῖται· ἀκρίτῳ δὲ γνώμῃ, πανταχόθεν ῥέμβεται⁝ Πολεμίοις ἀλέξανδρος πολϊορκουμένοις, σῖτον ἔπεμψεν. ἀντιγόνου δὲ τοῦ στρατάρχου εἰπόντος, ἀλέξανδρε, οἷς πολεμεῖν μέλλεις, σῗτον πέμπεις; καὶ μάλα ἔφη· ἵνα ἐγὼ αὐτοὺς μαχόμενος νϊκή(σω), καὶ μὴ λϊμὸς αὐτοὺς ἀνέλη⁝ Τὸ τῆς ἐλευθερίας θέατρον, τὰς ἀθήνας, τὸ τῆς οἰκουμένης παιδευτ(ή)ριον ⁝ρπ ἔθνη ὑπετάσσοντο τῶ δαρείω⁝ Ὁ δὲ κΰρου τάφος ἦν, πύργος αἴθριος δεκάστεγος· ἐν δὲ τῆ ἄνω στέγη, ἔκειτο κΰρος, ἐν χρυσῆ πϋέλω, ὕελος δὲ περϊεκέχϋτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι. καὶ αὐτὸν ὅλον⁝ Ἦσαν δὲ εἰς τὸν τάφον ξέρξου, ἕλληνες ἄνδρες λελωβημένοι, οἱ μἓν πόδας, οἱ δἓ χεῖρας, οἱ δἓ ὦτα, οἱ δἓ ῥῖνας, δεδεμένοι πέδαις καθηλωταῖς, σϋνελθόντες δὲ ἄνδρες ἀθηναῖοι, ἐβόησαν· εἰπόντες ἀλεξάνδρω σῶσαι αὐτούς. ἰδὼν δὲ αὐτοὺς ὁ ἀλέξανδρος, ἐδάκρυσε καὶ βαρέως ἤνεγκε, καὶ προσέταξεν ἑκάστω δοθῆναι δραχμὰς ͵αʹ, καὶ ἀποκαταστῆναι αὐτοὺς εἰς τὴν ϊ̓δΐαν π(ατ)ρίδα. οἱ δἓ λαβόντες τὸ ἀργΰριον, ἐνέτϋχον τῶ βασιλεῖ. καὶ ἠξίωσαν χώραν αὐτοῖς ἀποκατασταθῆναι καὶ μετρηθῆναι εἰς κατασποράν, εἰς δὲ τὰς πατρίδας μὴ ἐκπεμφθῆναι οὕτως δϊακειμένους, ὄνειδος εἶναι τοῖς οἰκείοις. ὃ καὶ γέγονεν ⁝⁝⁝⁝⁝