Ancient Greek · ~7 min · Dactylic hexameter
Book 18, lines 18.313-18.352
Homer, Odyssey 18.313-352
Not analysed yet
δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.