Ancient Greek · ~8 min · Dactylic hexameter
Book 18, lines 18.353-18.392
Homer, Odyssey 18.353-392
Not analysed yet
οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.