Ancient Greek · ~7 min · Dactylic hexameter
Book 19, lines 19.403-19.443
Homer, Odyssey 19.403-443
Not analysed yet
Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.