Ancient Greek · ~7 min · Dactylic hexameter
Book 19, lines 19.444-19.481
Homer, Odyssey 19.444-481
Not analysed yet
τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.
τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.