Ancient Greek · ~1 min
Epigram 11
Homer, Ἐπιγράμματα 11
Not analysed yet
Γλαῦκε, βοτῶν ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι
δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.