Ancient Greek · ~2 min
Epigram 15
Homer, Ἐπιγράμματα 15
Not analysed yet
Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπει ὄλβιος αἰεί.
αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι
πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη,
κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.
νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα
Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·
ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα.
Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν
ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα
πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.