Ancient Greek
Volume 3c,630,T
Horapollo Gramm., Testimonia 1
Not analysed yet
SUDA s. v. Ὡραπόλλων· Φενεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ· γραμματικός, διδάξας ἐν Ἀλεξανδρείαι τῆι ἐν Αἰγύπτωι, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου ἔγραψε Τεμενικά· Ὑπόμνημα Σοφοκλέους· Ἀλκαίου· Εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῆι τέχνηι ἄνθρωπος, καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. —Αἰγύπτιος· ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν· ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθών, πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας· ἑάλω δὲ ὁ γραμματηφόρος, καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραίσκον αἱροῦσι, καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπήιτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος κτλ.