Ancient Greek
Fragment 3
Hymni Anonymi, Christianorum carmina 3
Not analysed yet
[Τηρεῖς σὺ τὸν] ἄρνα ἐπ' ὤμου λαβὼν σῇ π̣ο̣ίμνη̣ ἑνώσας.
Ὑιὸν νομέα νῦν ἐπέγνω̣, νῦν ἔσχα νομὴν πατρῴαν.
Φοβερὰς δυνάμεις διοδεύσω μηδέν τι παθὼν ἀπὸ τούτων.
†Χάρις τ̣εσυ̣† μάκαρ ἀποβλέψας ἀποφεύξομαι τῶν ἐπιβούλων.
Ψαλτήριά σοι ἀνεγείρω, ἁγίου̣<ς> δὲ̣ χοροὺς χορεύσω.
Ὦ Λόγε πατρὸς ἀπειρί̣τ̣ο̣υ̣, σοὶ δόξα, κράτος εἰς αἰῶνας.