Ancient Greek
Edition urn:cts:greekLit:tlg0742.tlg018.local001
Hymni Anonymi, Hymnus in Apollinem 001
Not analysed yet
σοὶ δ' ἄρα πηγὰς νοερῶν ὑδάτων
τέμον ἄντροις μίμνουσαι γαίης
ἀτιταλλόμεναι πνεύματι μούσης
θέσπιν ἐς ὀμφήν· ταὶ δ' ὑπὲρ οὖδας
διὰ πάντα νά<π>η ῥήξασαι
παρέχουσι βροτοῖς γλυκερῶν ῥείθρων
ἀλιπεῖς προχοάς.