Ancient Greek
Edition urn:cts:greekLit:tlg0742.tlg008.local001
Hymni Anonymi, Hymnus in Apollinem 001
Not analysed yet
Ὦ μέγα πᾶσι<ν> χάρμα βροτοῖσιν
ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς
προθορὼν τοκετῶν·
(lacuna) ἀλλ' ὅτε Λατώ
ὠδὶς ἱερὰ λάζυτο πᾶσα,
ὀροθυνομένων διδύμων τοκετῶν
ἔνδοθε σηκῶν,
ἵστατο μὲν γᾶ, ἵστατο δ' ἀήρ,
πάγνυτο νᾶσος, πάγνυτο κῦμα.
ἀνὰ δ' ἐξέθορες, μάντι Λυκωρεῦ,
τοξότα Φοῖβε,
κατὰ χρησμολάλων βασιλεῦ τριπόδων.