Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg0742.tlg010.local001
Hymni Anonymi, Hymnus in Asclepium 001
Not analysed yet
Ζῆνα πάλαι φθίμενον πάϊν ἄμβροτον Ἀπόλλωνος
κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν·
ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα
Ταρτάρου εὐρώεντος ἀεικ<λ>αύστοισι μελάθροις
δύσνοστον πλώοντα ῥόον κέλαδόν τ' <ἀ>διαύλου
<Κωκυτοῦ>, πάντεσσιν ἴσον τέλος ἀνδράσι θνητοῖς,
λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα
αὐτὸς ἀμειδήτης ἐρ<ρ>ύσαο Φερσεφον<ε>ίης·
εἴτ' ἐφέπεις Τρίκκης ἱερῆς ἕδος εἴτ' ἐρατεινὴν
Πέργαμον εἴτ' ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον,
δεῦρο μάκαρ, καλέει σε μάγων <πρόμος> ὧδε <παρεῖναι>.