Ancient Greek
Edition urn:cts:greekLit:tlg0742.tlg017.local001
Hymni Anonymi, Hymnus in omnes deos 001
Not analysed yet
Ἡρακλέος κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν
π<ετ>ροβάτα τε θεοῦ Πανὸς νομίοιο βρυάκτα
θνατῶν τ' ἰατῆρος Ἀσκληπιοῦ ὀλβιοτώτα
πρεσβίστας τε θεοῖς Ὑγι<εί>ας μειλιχοδώρου
ναυσί τ' ἐν ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶ<ν>
Κουρήτων θ' οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι
καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον
ἠδὲ Χρόνου παίδων Ὡρᾶν α<ἳ> πάντα φύοντι
Νυμφᾶν τ' †αρειαν α<ἳ> νάματα κάλ' ἐφέποντι.
ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι, ἀφθίτοις ἀοιδαῖς . . .