Ancient Greek · ~2 min
Frag. II
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. II
Not analysed yet
καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ. τελευτῶν δʼ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἔφη ις ἀδίκως τατοχρυ φησι του ωτατις. ε δικαστ ἂν ἐνοι εσθαι ἐμ δικαίως τω ι