Ancient Greek · ~18 min
Frag. III
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. III.1
Not analysed yet
τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι· τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτʼ οὐχ ἑκόντες, ἀλλʼ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας οὐκ ἐφʼ αὑτοῖς ἐποίησαν, ἀλλʼ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. δημοσθένης δʼ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως· ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτʼ οὖν ὀφειλέτω. ἢ ἰσχύσει Δημοσθένης παρʼ ὑμῖν τῆς κατʼ αὐτοῦ ἀποφάσεως μεῖζον; οὐκ ἐσ ἀπογι ἀπόφαἔλαβεν σι καὶ οἱ ἄλλοι πάντες· οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν ἔσται, τοῖς δʼ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδʼ ὑπὲρ ἑνὸς ἀδικήματος, ἀλλʼ ὑπὲρ ἁπάντων. ἡ γὰρ σὴ ἀπόνοια, ὦ Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δʼ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, ᾗ σαυτὸν ἐπέτρεψας· τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα ενος χρυσί τος τοὺς ὥςπερ εἰ φανερὸν ποιήσω. ἐπειδὴ γὰρ ἦλθεν, ὦ ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθηςαν πρὸς τὸν δῆμον, τότε παρελθὼν Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ διʼ ἐκεῖνον παρʼ Ἀλεξάνδρου καταλείπεσθαι, ἀσφαλέστατον δʼ εἶναι τῇ πόλει τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἃ ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ· Ἅρπαλον δʼ ἤδη ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν· οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλʼ ἵνα εἰδῇ ἀφʼ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆςθαι, ἐκέλευε Μνηςίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δʼ ἀπεκρίνατο ὅτι ἑπτακόσια τάλαντα τὰ χρήματα εἶναι τηλικαῦτα αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθʼ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ ἡμίση ἀναφέρεις, καὶ ω ὅτι τοῦ ἀνενεχθῆναιεἰς ἀκρόπολιν ταῦτα τὰ πράγματα ονλι ἔκρινον τὸν οὔτʼ ἂν ἐπρίατο Ἅρπαλος τὰς φε οὔτʼ ἂν ἡ πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων, ὦ Δημόσθενες ἐστίν μως ἐγ στους αἰσχυν νει χρυσίονγὰρ ὅτι νοιω του πεν ςτατῆρας ἔλαβε· σὺ δʼ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτʼ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δʼ, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, ὁμολογεῖν μὲν εἰληφέναι τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δʼ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι λέγων καὶ αἰτιώμενος, ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλʼ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ ςκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δʼ ὡς ἔοικεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν; μὴ νομίζετε δὲ διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν πραγμάτων ἁλίςκεσθαι. οὐ γὰρ ἄδηλόν ἐστιν ὅτι πάντες οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδʼ ὅτι Φίλιππος τηλικοῦτος ἐγένετο ἐξ ἀρχῆς χρήματα διαπέμψας εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας