Ancient Greek · ~2 min
Frag. VIII (IX)
Hyperides, Κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων Frag. VIII (IX)
Not analysed yet
τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο· οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλʼ αἰσχρόν, ὦ ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν· οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας ἀναδέξασθαι καὶ τὰ ἀδικήματα μὴ τοίνυν, ὦ ἄνδρες δικαςταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας· μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε