Ancient Greek · ~2 min
Section 10
Hyperides, Ἀπολογία ὑπὲρ Λυκόφρονος 10
Not analysed yet
πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· οἷον καὶ Ἀρίστων οὑτοσὶ ἐνεχείρησε ποιῆσαι ἐν τῇ κατηγορίᾳ, ὃς οὐδʼ ἀπολαύειν δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ συναπολογησομένων. διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται; πότερʼ οὐ δίκαιόν ἐστι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;