Ancient Greek
Frag. IV (V)
Hyperides, Ἀπολογία ὑπὲρ Λυκόφρονος Frag. IV (V)
Not analysed yet
ὁ Εὔφημος πρῶτον ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος ρος ὁ Φλυεύς, ἐξ αὐτοῦ ὅτι ἡ γυνὴ τον καὶ το ατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει, οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω γένους ἐξάγειν τὸν Εὔφημον, ἀλλʼ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς τὸν Εὔφημον ἐκώλυε παρέχοντα μαρτυρίας