Ancient Greek · ~1 min
Section 2
Hyperides, Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον 2
Not analysed yet
καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλʼ αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτʼ ἄλλοι πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλʼ ἦν σπάνιον ἰδεῖν ἀπʼ εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον· οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῇ πόλει πάνυ καταγέλαστόν ἐστιν.