Ancient Greek · ~2 min
Section 39
Hyperides, Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον 39
Not analysed yet
εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρʼ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρʼ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλʼ Εὐξενίππῳ πράγματα παρέχεις;