Ancient Greek · ~1 min
Section 11
Hyperides, Κατ᾽ Ἀθηνογένους 11
Not analysed yet
καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης]; ,ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.