Ancient Greek · ~1 min
Section 14
Hyperides, Κατ᾽ Ἀθηνογένους 14
Not analysed yet
ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων· σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς προειπὼν ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν.