Ancient Greek · ~2 min
Section 16
Hyperides, Κατ᾽ Ἀθηνογένους 16
Not analysed yet
σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, καὶ οὐκ ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.